ΤΡΟΠΑΡΙΑ ΚΑΙ ΚΟΝΤΑΚΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΕΟΡΤΩΝ (14)

ΤΡΟΠΑΡΙΟΝ

Σήμερον της σωτηρίας ημών το κεφάλαιον, και του απ’ αιώνος Μυστηρίου η φανέρωσις, ο Υιός του Θεού, Υιός της Παρθένου γίνεται, και Γαβριήλ την χάριν ευαγγελίζεται. Διό και ημείς συν αυτώ τη θεοτόκω βοήσωμεν, Χαίρε Κεχαριτωμένη, ο Κύριος μετά σου. 

ΚΟΝΤΑΚΙΟΝ

Τη  υπερμάχω στρατηγώ τα νικητήρια, ως λυτρωθείσα των δεινών ευχαριστήρια, αναγράφω σοι η Πόλις σου Θεοτόκε. Αλλ’ ως έχουσα το κράτος απροσμάχητον, εκ παντοίων με κινδύνων ελευθέρωσαν, ίνα κράζω σοι, Χαίρε Νύμφη ανύμφευτε

ΤΡΟΠΑΡΙΟΝ

Χαίρε, κεχαριτωμένη Θεοτόκε Παρθένε, εκ σου γαρ ανέτειλεν ο Ήλιος της δικαιοσύνης, Χριστός ο Θεός ημών, φωτίζων τους εν σκότει. Ευφραίνου και συ, Πρεσβύτα δίκαιε, δεξάμενος εν αγκάλαις, τον ελευθερωτήν των ψυχών ημών, χαριζόμενον ημίν και την Ανάστασιν. 

ΚΟΝΤΑΚΙΟΝ

Ο μήτραν παρθενικήν αγιάσας τω τόκω σου, και χείρας του Συμεών ευλογήσας, ως έπρεπε, προφθάσας και νυν, έσωσας ημάς, Χριστέ ο Θεός. Αλλ’ ειρήνευσον εν πολέμοις το πολίτευμα, και κραταίωσον βασιλείς, ους ηγάπησας, ο μόνος φιλάνθρωπος.

ΤΡΟΠΑΡΙΟΝ

Μνήμη δικαίου μετ’ εγκωμίων, σοι δε αρκέσει η μαρτυρία του Κυρίου Πρόδρομε, ανεδείχθης γαρ όντως και προφητών σεβασμιώτερος, ότι και εν ρείθροις βαπτίσαι κατηξιώθης τον κηρυττόμενον. Όθεν της αληθείας υπεραθλήσας, χαίρων ευηγγελίσω και τοις εν άδη, Θεόν φανερωθέντα εν σαρκί, τον αίροντα την αμαρτίαν του κόσμου, .και παρέχοντα ημίν το μέγα έλεος.

ΤΡΟΠΑΡΙΟΝ

Εν Ιορδάνη βαπτιζομένου σου Κύριε, η της Τριάδος εφανερώθη προσκύνησις, του γαρ Γεννήτορος η φωνή προσεμαρτύρει σοι, αγαπητόν σε Υιόν ονομάζουσα, και το Πνεύμα εν είδει περιστεράς, εβεβαίου του λόγου το ασφαλές. Ο επιφανείς Χριστέ ο Θεός, και τον κόσμον φωτίσας δόξα σοι. 

ΚΟΝΤΑΚΙΟΝ

Επεφάνης σήμερον, τη οικουμένη, και το φως σου Κύριε, εσημειώθη εφ’ ημάς, εν επιγνώσει υμνούντας σε. Ήλθες, εφάνης, το φως το απρόσιτον.

ΤΡΟΠΑΡΙΟΝ

Η Γέννησις σου Χριστέ ο Θεός ημών, ανέτειλε τω κόσμω το φως το της γνώσεως, εν αυτή γαρ οι τοις άστροις λατρεύοντες, υπό αστέρος εδιδάσκοντο, σε προσκυνείν τον Ήλιον της δικαιοσύνης, και σε γινώσκειν εξ ύψους Ανατολήν. Κύριε δόξα σοι. 

ΚΟΝΤΑΚΙΟΝ

Η Παρθένος σήμερον, τον υπερούσιον τίκτει, και η γη το σπήλαιον, τω απροσίτω προσάγει. Άγγελοι, μετά Ποιμένων δοξολογούσι, Μάγοι δε, μετά Αστέρος οδοιπορούσι, δι’ ημάς γαρ εγεννήθη, Παιδίον νέον, ο προ αιώνων Θεός.

Σελίδα 2 από 3