ΤΡΟΠΑΡΙΑ ΚΑΙ ΚΟΝΤΑΚΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΕΟΡΤΩΝ (14)

ΤΡΟΠΑΡΙΟΝ

Ευλογητός ει, Χριστέ ο Θεός ημών, ο πανσόφους τους αλιείς αναδείξας, καταπέμψας αυτοίς το Πνεύμα το Άγιον, και δι’ αυτών την οικουμένην σαγηνεύσας. Φιλάνθρωπε, δόξα σοι.

ΚΟΝΤΑΚΙΟΝ

Ότε καταβάς τας γλώσσας συνέχεε, διεμέριζεν έθνη ο Ύψιστος, ότε του πυρός τας γλώσσας, διένειμεν, εις ενότητα πάντας εκάλεσε, και συμφώνως δοξάζομεν το πανάγιον Πνεύμα.

ΤΡΟΠΑΡΙΟΝ

Ανελήφθης εν δόξη, Χριστέ ο Θεός ημών, χαροποιήσας τους μαθητάς, τη επαγγελία του Αγίου Πνεύματος, βεβαιωθέντων αυτών δια της ευλογίας, ότι συ ει ο Υιός του Θεού, ο λυτρωτής του κόσμου.

ΚΟΝΤΑΚΙΟΝ

Την υπέρ ημών πληρώσας οίκονομίαν, και τα επί γης ενώσας τοις ουρανίοις, ανελήφθης εν δόξη, Χριστέ ο Θεός ημών, ουδαμόθεν χωριζόμενος, αλλά μένων αδιάστατος, και βοών τοις αγαπώσι σε. Εγώ ειμί μεθ’ υμών, και ουδείς καθ’ υμών.

ΤΡΟΠΑΡΙΟΝ

Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, και τοις εν τοις μνήμασι ζωήν χαρισάμενος. 

ΚΟΝΤΑΚΙΟΝ

Ει και εν τάφω κατήλθες, αθάνατε, αλλά του άδου καθείλες την δύναμιν, και ανέστης ως νικητής, Χριστέ ο Θεός, γυναιξί μυροφόροις φθεγξάμενος. Χαίρετε, και τοις σοις αποστόλοις ειρήνην δωρούμενος, ο τοις πεσούσι παρέχων ανάστασιν.

ΤΡΟΠΑΡΙΟΝ

Εν τη Γεννήσει, την παρθενίαν εφύλαξας, εν τη Κοιμήσει, τον κόσμον ου κατέλιπες Θεοτόκε. Μετέστης προς την ζωήν, Μήτηρ υπάρχουσα της ζωής, και ταις πρεσβείαις ταις σαις λυτρουμένη, εκ θανάτου τας ψυχάς ημών.

ΚΟΝΤΑΚΙΟΝ

Την εν πρεσβείαις ακοίμητον Θεοτόκον, και προστασίαις αμετάθετον ελπίδα, τάφος και νέκρωσις ουκ εκράτησεν, ως γαρ ζωής Μητέρα, προς την ζωήν μετέστησεν, ο μήτραν οικήσας αειπάρθενον.

ΤΡΟΠΑΡΙΟΝ

Μετεμορφώθης εν τω Όρει, Χριστέ ο Θεός, δείξας τοις Μαθηταίς σου την δόξαν σου, καθώς ηδύναντο. Λάμψον και ημίν τοις αμαρτωλοίς, το φως σου το αϊδιον, πρεσβείαις της Θεοτόκου, Φωτοδότα, δόξα σοι. 

ΚΟΝΤΑΚΙΟΝ

Επί του Όρους μετεμορφώθης, και ως εχώρουν οι Μαθηταί σου την δόξαν σου, Χριστέ ο Θεός, εθεάσαντο, ίνα όταν σε ίδωσι σταυρούμενον, το μεν πάθος νοήσωσιν εκούσιον, τω δε κόσμω κηρύξωσιν, ότι συ υπάρχεις αληθώς, του Πατρός το απαύγασμα.

Σελίδα 1 από 3